ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ: μνημεῖά θ᾽ αὑτῶν αὑτῶν ] αὐτῶν M τοῖς τεκοῦσιν ἐς δόμους πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ λείβοντες: οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων. καὶ τῶνδε πίστις πίστις rec. et Stobaeus (vii. 11): πύστις codd. cett. οὐκ ὄκνῳ χρονίζεται. κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον. πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος: ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων. πλευμόνων M: πνευμόνων recc. σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς Ἄρεως: βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ: