καὶ δὴ πέπεμπται πέπεμπται rec. et Erfurdt: πέπεμπτ᾽ οὐ M [ οὐ habent codd. cett.] κόμπον ἐν χεροῖν ἔχων, Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν σπαρτῶν recc.: σπαρτοῦ M, ῶν suprascr. m 1 γένους, ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται, ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί, ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός. κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λόγων. λόγων Valckenarius: λέγων codd. Χορος ἐπεύχομαι τῷδε τῷδε rec.: δὴ τάδε M μὲν εὐτυχεῖν, ἰὼ πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν. ὡς δ᾽ ὑπέραυχα βάζουσιν βάζουσιν recc. duo: βάζουσ᾽ codd. cett. ἐπὶ πτόλει μαινομένᾳ φρενί, τώς νιν Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων. Αγγελος τέταρτος ἄλλος, γείτονας πύλας ἔχων Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται, Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος: ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,