βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς, ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων. καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον πόλεως ἀπείργειν τῆσδε δούλιον δούλιον Blomfield: δούλειον codd. ζυγόν. Ετεοκλης πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ: καὶ δὴ πέπεμπται πέπεμπται rec. et Erfurdt: πέπεμπτ᾽ οὐ M [ οὐ habent codd. cett.] κόμπον ἐν χεροῖν ἔχων, Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν σπαρτῶν recc.: σπαρτοῦ M, ῶν suprascr. m 1 γένους, ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται, ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί, ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός. κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λόγων. λόγων Valckenarius: λέγων codd. Χορος ἐπεύχομαι τῷδε τῷδε rec.: δὴ τάδε M μὲν εὐτυχεῖν, ἰὼ πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν. ὡς δ᾽ ὑπέραυχα βάζουσιν βάζουσιν recc. duo: βάζουσ᾽ codd. cett. ἐπὶ πτόλει μαινομένᾳ φρενί, τώς νιν Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων. Αγγελος τέταρτος ἄλλος, γείτονας πύλας ἔχων Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται, Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος: ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω, ἔφριξα δινήσαντος: οὐκ ἄλλως ἐρῶ. ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι, Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν: ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος προσηδάφισται κοιλογάστορος κύκλου. αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει