δορί ποτ᾽ ἐκλαπάξαι. Αγγελος [καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις] seclusit H. Wolf λέξω: τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους, πύλαισι Νηίσταισι προσβαλεῖν λόχον. ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι. φιμοὶ δὲ συρίζουσι βάρβαρον βρόμον, βρόμον ex schol. Schütz: τρόπον codd. μυκτηροκόμποις πνεύμασιν πληρούμενοι. ἐσχημάτισται ἐσχημάτισται m 1 : εἰσημάτισται M δ᾽ ἀσπὶς οὐ σμικρὸν σμικρὸν Robortello: μικρὸν codd. τρόπον: ἀνὴρ [δ᾽ δ᾽ seclusit Blomfield ] ὁπλίτης κλίμακος προσαμβάσεις προσαμβάσεις Canter: πρὸς ἀμβάσεις codd. στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων. βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς, ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων. καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον πόλεως ἀπείργειν τῆσδε δούλιον δούλιον Blomfield: δούλειον codd. ζυγόν. Ετεοκλης πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ: