ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται γίνεται codd. κατήγορος. Καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος, θεοὺς ἀπειλεῖ ... θεοὺς secludere volt Wecklein ἀτίζων, κἀπογυμνάζων στόμα χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν πέμπει γεγωνὰ γεγωνὰ Brunck: γεγωνᾷ ( ι adscr. m) M recc. plerique Ζηνὶ κυμαίνοντ᾽ ἔπη: πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον πυρφόρον recc.: πυρφόρων M ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου. ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν, αἴθων τέτακται λῆμα, Πολυφόντου βία, φερέγγυον φρούρημα, προστατηρίας Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς. λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα. Χορος ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται, κεραυνοῦ δέ νιν νιν Brunck: μιν codd. βέλος ἐπισχέθοι, πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ᾽ ἑδωλίων <μ᾽ μ᾽ add. Hermann > ὑπερκόπῳ ὑπερκόπῳ anon.: ὑπερκόμπῳ codd.