τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται γίνεται codd. κατήγορος. Καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος, θεοὺς ἀπειλεῖ ... θεοὺς secludere volt Wecklein ἀτίζων, κἀπογυμνάζων στόμα χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν πέμπει γεγωνὰ γεγωνὰ Brunck: γεγωνᾷ ( ι adscr. m) M recc. plerique Ζηνὶ κυμαίνοντ᾽ ἔπη: πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον πυρφόρον recc.: πυρφόρων M ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου. ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν, αἴθων τέτακται λῆμα, Πολυφόντου βία, φερέγγυον φρούρημα, προστατηρίας Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς. λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα. Χορος ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται, κεραυνοῦ δέ νιν νιν Brunck: μιν codd. βέλος ἐπισχέθοι, πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ᾽ ἑδωλίων <μ᾽ μ᾽ add. Hermann > ὑπερκόπῳ ὑπερκόπῳ anon.: ὑπερκόμπῳ codd. δορί ποτ᾽ ἐκλαπάξαι. Αγγελος [καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις] seclusit H. Wolf λέξω: τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους, πύλαισι Νηίσταισι προσβαλεῖν λόχον. ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι. φιμοὶ δὲ συρίζουσι βάρβαρον βρόμον, βρόμον ex schol. Schütz: τρόπον codd. μυκτηροκόμποις πνεύμασιν πληρούμενοι. ἐσχημάτισται ἐσχημάτισται m 1 : εἰσημάτισται M δ᾽ ἀσπὶς οὐ σμικρὸν σμικρὸν Robortello: μικρὸν codd. τρόπον: ἀνὴρ [δ᾽ δ᾽ seclusit Blomfield ] ὁπλίτης κλίμακος προσαμβάσεις προσαμβάσεις Canter: πρὸς ἀμβάσεις codd. στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.