τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί: θεοὶ δοῖεν M, corrigit m Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις, γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ, πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη: θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς Ἔριν πέδοι πέδοι Dindorf: πέδῳ codd. σκήψασαν ἐμποδὼν σχεθεῖν. τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν: ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον, φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη: χρυσοῖς δὲ φωνεῖ γράμμασιν “Πρήσω πόλιν.” τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται, τίς ἄνδρα κομπάσαντα κομπάσαντα M: κομπάζοντα m 1 et recc. μὴ τρέσας μενεῖ; Ετεοκλης καὶ τῷδε κόμπῳ κόμπῳ Keck: κέρδει codd. κέρδος ἄλλο τίκτεται. τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων