φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον: λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς αγαῖς ( ς adscr. m 1 ) M βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει, ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων. κλύων ex schol. Tyrwhitt: μένων (e 393) M τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν κλῄθρων λυθέντων προστατεῖν φερέγγυος; Ετεοκλης κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ, οὐδ᾽ ἑλκοποιὰ γίγνεται γίνεται codd. τὰ σήματα: λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν, τάχ᾽ ἂν γένοιτο μάντις ἁνοία ἡ ἄνοιά (accent. mutat. ἀνοία m) M τινί. εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι, τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε