βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν ὁ μάντις: οὐ γὰρ σφάγια γίγνεται γίγνεται Porson: γίνεται codd. καλά. Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος λιμένος M, λε adscr. m, μ m 1 μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ: θείνει θείνει recc.: θένει M δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν, σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ. τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δὲ τῷ δὲ τῷ recc.: δ᾽ ἐσώ M, τῶ m 1 χαλκήλατοι κλάζουσι κώδωνες φόβον: ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε, φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον: λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς αγαῖς ( ς adscr. m 1 ) M βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει, ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων. κλύων ex schol. Tyrwhitt: μένων (e 393) M τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν κλῄθρων λυθέντων προστατεῖν φερέγγυος; Ετεοκλης κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ, οὐδ᾽ ἑλκοποιὰ γίγνεται γίνεται codd. τὰ σήματα: λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν, τάχ᾽ ἂν γένοιτο μάντις ἁνοία ἡ ἄνοιά (accent. mutat. ἀνοία m) M τινί. εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι, τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον, καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται. μαντεύεται M, ς add. m ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον