σπουδῇ διώκων πομπίμους χνόας ποδοῖν. Ἡμιχόριον Β καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος εἰς εἰς Porson: εἶσ᾽ codd. ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν: σπουδὴ δὲ καὶ τοῦδ᾽ εὖ καταρτίζει εὖ καταρτίζει Weil: οὐκ ἀπαρτίζει codd. πόδα. Αγγελος λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, ὥς τ᾽ ὥστε in rasura (ut videtur) m 1 ἐν πύλαις ἕκαστος εἴληχεν πάλον. Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν ὁ μάντις: οὐ γὰρ σφάγια γίγνεται γίγνεται Porson: γίνεται codd. καλά. Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος λιμένος M, λε adscr. m, μ m 1 μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ: θείνει θείνει recc.: θένει M δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν, σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ. τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δὲ τῷ δὲ τῷ recc.: δ᾽ ἐσώ M, τῶ m 1 χαλκήλατοι κλάζουσι κώδωνες φόβον: ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε,