εὔεδροί τε στάθητ᾽ ὀξυγόοις λιταῖσιν. Χορος οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν, δουλίαν δουλίαν rec.: δουλείαν codd. cett. ψαφαρᾷ σποδῷ ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν περθομέναν ἀτίμως, τὰς δὲ κεχειρωμένας κεχηρωμένας ( ει supra η scr. m 1 ) M ἄγεσθαι, ἒ ἔ, νέας τε καὶ παλαιὰς ἱππηδὸν πλοκάμων, περιρ- ρηγνυμένων φαρέων. βοᾷ δ᾽ ἐκκενουμένα πόλις, λαΐδος ὀλλυμένας μιξοθρόου: βαρείας τοι τύχας προταρβῶ. Χορος κλαυτὸν δ᾽ ἀρτιτρόφοις ἀρτιτρόφοις Schneider: ἀρτιτρόποις ( δ suprascr. m) M: ἀρτιτρόποις codd. cett. ὠμοδρόποις ὠμοδρόποις Ritschl: ὠμοδρόπων M et codd. plerique νομίμων προπάροιθεν διαμεῖψαι δωμάτων στυγερὰν ὁδόν: