κῦδος τοῖσδε πολίταις. καὶ πόλεως ῥύτορες <ἔστ᾽ ἔστ᾽ add. W. Headlam > εὔεδροί τε στάθητ᾽ ὀξυγόοις λιταῖσιν. Χορος οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν, δουλίαν δουλίαν rec.: δουλείαν codd. cett. ψαφαρᾷ σποδῷ ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν περθομέναν ἀτίμως, τὰς δὲ κεχειρωμένας κεχηρωμένας ( ει supra η scr. m 1 ) M ἄγεσθαι, ἒ ἔ, νέας τε καὶ παλαιὰς ἱππηδὸν πλοκάμων, περιρ- ρηγνυμένων φαρέων. βοᾷ δ᾽ ἐκκενουμένα πόλις, λαΐδος ὀλλυμένας μιξοθρόου: βαρείας τοι τύχας προταρβῶ. Χορος κλαυτὸν δ᾽ ἀρτιτρόφοις ἀρτιτρόφοις Schneider: ἀρτιτρόποις ( δ suprascr. m) M: ἀρτιτρόποις codd. cett. ὠμοδρόποις ὠμοδρόποις Ritschl: ὠμοδρόπων M et codd. plerique νομίμων προπάροιθεν διαμεῖψαι δωμάτων στυγερὰν ὁδόν: τί γάρ; τί γάρ ; Blomfield: τί; τὸν codd. φθίμενόν τοι τοι ( ε cod. G) Blomfield: γὰρ codd. προλέγω βέλτερα τῶνδε πράσσειν: πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ, ἒ ἔ, δυστυχῆ τε πράσσει. ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ- ει, τὰ δὲ καὶ πυρφορεῖ: καπνῷ [δὲ δὲ seclusit Brunck ] χραίνεται πόλισμ᾽ ἅπαν: μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας μιαίνων εὐσέβειαν Ἄρης. Χορος κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ, ποτὶ [πτόλιν πτόλιν seclusit Hermann ] δ᾽ ὁρκάνα πυργῶτις: