ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ, πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις μίμνοντες εὖ θαρσεῖτε, εὖ θαρσεῖτε Aldina: εὐθαρσεῖτε codd. μηδ᾽ ἐπηλύδων ταρβεῖτ᾽ ἄγαν ὅμιλον: εὖ τελεῖ θεός. σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ: καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ. Αγγελος Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ, ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων: ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται, ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ, ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ: μνημεῖά θ᾽ αὑτῶν αὑτῶν ] αὐτῶν M τοῖς τεκοῦσιν ἐς δόμους πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ λείβοντες: οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων. καὶ τῶνδε πίστις πίστις rec. et Stobaeus (vii. 11): πύστις codd. cett. οὐκ ὄκνῳ χρονίζεται. κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον. πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος: ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς