ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ, πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις μίμνοντες εὖ θαρσεῖτε, εὖ θαρσεῖτε Aldina: εὐθαρσεῖτε codd. μηδ᾽ ἐπηλύδων ταρβεῖτ᾽ ἄγαν ὅμιλον: εὖ τελεῖ θεός. σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ: καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ. Αγγελος Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ, ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων: ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται, ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,