θεοί, πόλιν καὶ στρατὸν Καδμογενῆ ῥύεσθε. Χορος ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον τᾶσδ᾽ ἄρειον, ἐχθροῖς ἀφέντες τὰν βαθύχθον᾽ αἶαν, ὕδωρ τε Διρκαῖον, εὐ- τραφέστατον εὐτραφέστατον recc.: εὐτρεφέστατον M πωμάτων ὅσων ἵησιν Ποσει- δᾶν ὁ γαιάοχος Τηθύος τε παῖδες. πρὸς τάδ᾽, ὦ πολιοῦχοι θεοί, τοῖσι μὲν ἔξω πύργων ἀνδρολέτειραν κῆρα, κῆρα, ῥίψ. Lowinski: καταριψ. M, καὶ τὰν ῥίψ. m ῥίψοπλον ἄταν, ἐμβαλόντες ἄροισθε κῦδος τοῖσδε πολίταις. καὶ πόλεως ῥύτορες <ἔστ᾽ ἔστ᾽ add. W. Headlam >