ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα. Ετεοκλης οὐκ ἐς φθόρον φθόρον m 1 : φόνον M σιγῶσ᾽ ἀνασχήσει τάδε; Χορος θεοὶ πολῖται, μή με δουλείας τυχεῖν. Ετεοκλης αὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ καὶ σὲ Wunderlich: κἀμὲ M: κἀμὲ καὶ σὲ πόλιν recc. duo πᾶσαν πόλιν. Χορος ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. Ετεοκλης ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος. Χορος μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις. Ετεοκλης παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων; Χορος ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος. Ετεοκλης αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. Χορος λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι. Ετεοκλης σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει. Χορος σιγῶ: σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον. Ετεοκλης τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν. καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων, εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς: κἀμῶν ἀκούσασ᾽ ἀκούσας M εὐγμάτων, ἔπειτα σὺ