δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει. τίς τίς Heath: τί codd. τάδε νέμεσις στυγεῖ; Ετεοκλης οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος: ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς, εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ. Χορος ποτίφατον ποτίφατον Heimsoeth: ποταίνιον codd. κλύουσα πάταγον ἀνάμιγα ἀνάμιγα rec.: ἄμμιγα M ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν, ἀκρόπτολιν Porson: ἀκρόπολιν codd. plerique τίμιον ἕδος, ἱκόμαν. Ετεοκλης μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε. τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν. Χορος καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων. Ετεοκλης μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν. Χορος στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων. Ετεοκλης οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι. Χορος δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται. Ετεοκλης οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν;