πολλάκι δ᾽ ἐν κακοῖσι τὸν τὸν ex schol. Canter: τὰν codd. ἀμάχανον κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων κρημναμενᾶν νεφελᾶν κρημναμενᾶν νεφελᾶν Hermann: κρημναμέναν (vel κριμν. ) νεφέλαν codd. ὀρθοῖ. fortasse ἀνορθοῖ Enger Ετεοκλης ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια θεοῖσιν ἕρδειν, πολεμίων πειρωμένων: πειρωμένων ] πειρωμένοις ( ων supra scr. m 1 ) M σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων. Χορος διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον, ἀδάματον Pauw: ἀδάμαντον M δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει. τίς τίς Heath: τί codd. τάδε νέμεσις στυγεῖ; Ετεοκλης οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος: ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς, εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ. Χορος ποτίφατον ποτίφατον Heimsoeth: ποταίνιον codd. κλύουσα πάταγον ἀνάμιγα ἀνάμιγα rec.: ἄμμιγα M ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν, ἀκρόπτολιν Porson: ἀκρόπολιν codd. plerique τίμιον ἕδος, ἱκόμαν. Ετεοκλης μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε. τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν. Χορος καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων. Ετεοκλης μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν. Χορος στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων. Ετεοκλης οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι. Χορος δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται. Ετεοκλης οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν; Χορος ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα. Ετεοκλης οὐκ ἐς φθόρον φθόρον m 1 : φόνον M σιγῶσ᾽ ἀνασχήσει τάδε; Χορος θεοὶ πολῖται, μή με δουλείας τυχεῖν. Ετεοκλης αὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ καὶ σὲ Wunderlich: κἀμὲ M: κἀμὲ καὶ σὲ πόλιν recc. duo πᾶσαν πόλιν. Χορος ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. Ετεοκλης ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.