τἄξωθεν: ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει. ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω; Χορος ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού- σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄττοβον bis recc.: ὄτοβον semel M ὄτοβον, ὅτε ὅτε rec.: ὅτι M τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι, ἱππικῶν τ᾽ ἄπυον ἄπυον Lachmann: ἀύπνων codd. πηδαλίων διὰ στόμα πυριγενετᾶν χαλινῶν. Ετεοκλης τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας, νεὼς καμούσης ποντίῳ πρὸς πρὸς recc.: ἐν (in rasura) M κύματι; Χορος ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ- χαῖα βρέτη, θεοῖσι πίσυνος, θεοῖσι πίσυνος Seidler: πίσυνος θεοῖς codd. νιφάδος ὅτ᾽ ὀλοᾶς νιφομένας βρόμος ἐν πύλαις: δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως ἵν᾽ ὑπερέχοιεν ἀλκάν. Ετεοκλης πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ. Χορος οὔκουν οὔκουν M: οὐκοῦν m 1 , recc. τάδ᾽ ἔσται πρὸς θεῶν;