στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ, βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν αὔειν, λακάζειν, σωφρόνων μισήματα; μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ ξύνοικος εἴην τῷ γυναικείῳ γένει. κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος, δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν. καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην: τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται, αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἔνδοθεν πορθούμεθα. τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις. habent recc.: omittit M κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται, ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον, ψῆφος κατ᾽ αὐτῶν ὀλεθρία βουλεύσεται, λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγῃ μόρον. μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,