πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων βωμοῖσι, τιμὰς μὴ Ξ̓αλειφθῆναί ποτε: τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ: ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ, ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον, ἐθρέψατ᾽ οἰκητῆρας οἰκητῆρας recc.: οἰκιστῆρας M et plerique ἀσπιδηφόρους πιστοὺς fortasse πιστοί θ᾽ ὅπως γένοισθε πρὸς χρέος τόδε. καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός: χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ. νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ, ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ: οὗτος τοιῶνδε δεσπότης μαντευμάτων λέγει μεγίστην προσβολὴν Ἀχαιίδα νυκτηγορεῖσθαι κἀπιβούλευσιν κἀπιβούλευσιν Dindorf: κἀπιβουλεύσειν M: - εύειν recc. πόλει. ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων