σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος, ῥυσίπολις γενοῦ, Παλλάς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ, Ποσειδάων μαχανᾷ Klausen: μαχανᾷ Ποσειδᾶν (vel - δῶν ) codd. ἐπίλυσιν πόνων, ἐπίλυσιν δίδου. σύ τ᾽, Ἄρης, φεῦ, φεῦ, † ἐπώνυμον Κάδμου πόλιν metro caret φεῦ φεῦ, κηδείαν πόλιν ingeniose Wecklein: πόλιν Κάδμου ἐπώνυμον ( φεῦ φεῦ seclusis) Dindorf φύλαξον κήδεσαί τ᾽ ἐναργῶς. καὶ Κύπρις, ἅτ᾽ εἶ γένους προμάτωρ, ἄλευσον: σέθεν γὰρ γὰρ recc.: om. M ἐξ αἵματος γεγόναμεν: λιταῖσί λιταῖσι Hermann: λιταῖς codd. σε θεοκλύτοις ἀυτοῦσαι ἀυτοῦσαι Seidler: ἀπύουσαι codd. πελαζόμεσθα. καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ στρατῷ δαΐῳ στόνων αὖ τίτας. αὖ τίτας Schmidt: ἀυτᾶς codd.: ἀντίτας Wecklein †σύ τ᾽, ὦ Λατογένει- α κούρα, τόξον εὐτυκάζου strophae vv. non respondent. Alii hos vv. corrigunt: σύ τ᾽, ὦ Λατωίς, εὐτυκάζου Wecklein: rectius fortasse alii ante 126 excidisse aliquid existimant [Ἄρτεμι φίλα Ἄρτεμι φίλα (codd.) seclusit Seidler ].† Χορος ἒ ἒ ἒ ἔ, ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω: ὦ πότνι᾽ Ἥρα. ἔλακον ἀξόνων βριθομένων χνόαι. Ἄρτεμι φίλα, [ἒ ἒ ἒ ἔ], δοριτίνακτος αἰθὴρ δ᾽ αἰθὴρ δ᾽ Hermann: δ᾽ αἰθὴρ codd. ἐπιμαίνεται. τί πόλις ἄμμι πάσχει, τί γενήσεται; ποῖ δ᾽ ἔτι τέλος ἐπάγει θεός; Χορος ἒ ἒ ἒ ἔ, ἀκροβόλων δ᾽ ἐπάλξεων λιθὰς ἔρχεται: ὦ φίλ᾽ Ἄπολλον: κόναβος ἐν πύλαις χαλκοδέτων σακέων, παῖ Διός, ὅθεν παῖ Διός, ὅθεν von den Bergh: καὶ Διόθεν codd. πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ. σύ τε, μάχᾳ. | σύ τε Hermann: μάχαισί | τε M μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα, πρὸ πόλεως ἑπτάπυλον ἕδος ἐπιρρύου.