τεύξει: κεῖνος δ᾽ ὁ τάλας ἄγοος μονόκλαυτον ἔχων θρῆνον θρῆνον recc.: θρῆνος M ἀδελφῆς εἶσιν: τίς ἂν οὖν τὰ πίθοιτο; πίθοιτο recc. pauci: πείθοιτο M cett. Ημιχοριον δράτω <τι> τι add. anon.: τε add. Canter πόλις καὶ μὴ δράτω post 1084 in M subscriptum: αἰσχύλου ζ ἐπιθήβας τέλος τοὺς κλαίοντας Πολυνείκη. ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν αἵδε προπομποί. καὶ γὰρ γενεᾷ κοινὸν τόδ᾽ ἄχος, καὶ πόλις ἄλλως ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια. Ημιχοριον ἡμεῖς δ᾽ ἅμα τῷδ᾽, ὥσπερ τε πόλις καὶ τὸ δίκαιον ξυνεπαινεῖ. μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν ὅδε Καδμείων ἤρυξε πόλιν μὴ ʼνατραπῆναι μηδ᾽ ἀλλοδαπῶν κύματι φωτῶν κατακλυσθῆναι τὰ μάλιστα.