ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ; Αντιγονη ἤδη τὰ τοῦδε τοῦδε ex schol. Paley: τοῦδ᾽ οὐ codd. διατετίμηται θεοῖς. Κηρυξ οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν. Αντιγονη παθὼν κακῶς κακοῖσιν ἀντημείβετο. Κηρυξ ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν. Αντιγονη ἔρις περαίνει μῦθον ὑστάτη θεῶν. ἐγὼ δὲ θάψω τόνδε: μὴ μακρηγόρει. Κηρυξ ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ. Χορος φεῦ φεῦ. ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα γένος ὠλέσατε πρυμνόθεν οὕτως, τί πάθω; τί δὲ δρῶ; δὲ δρῶ ; recc.: δ᾽ ἐρῶ M τί δὲ μήσωμαι; πῶς τολμήσω μήτε σὲ κλαίειν μήτε προπέμπειν ἐπὶ τύμβον; τύμβον recc. aliquot: τύμβῳ M codd. cett. ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι δεῖμα πολιτῶν. σύ γε μὴν πολλῶν πενθητήρων