τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν κακῶν recc.: κακο. (correctum in κακῷ m) M ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί. τούτου τούτω M δὲ σάρκας οὐδὲ κοιλογάστορες λύκοι πάσονται: πάσονται (fuerat σπάσονται ) M: σπάσονται recc. μὴ δοκησάτω τινί. τάφον γὰρ αὐτὴ αὐτὴ Pierson: αὐτῷ codd. ( αὐτῶ M) καὶ κατασκαφὰς ἐγώ, γυνή περ οὖσα, τῷδε μηχανήσομαι, κόλπῳ φέρουσα βυσσίνου πεπλώματος. καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν: θάρσει, παρέσται μηχανὴ δραστήριος. Κηρυξ αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε. Αντιγονη αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί. Κηρυξ τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά. Αντιγονη τράχυν᾽: ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται. Κηρυξ ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ; Αντιγονη ἤδη τὰ τοῦδε τοῦδε ex schol. Paley: τοῦδ᾽ οὐ codd. διατετίμηται θεοῖς. Κηρυξ οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν. Αντιγονη παθὼν κακῶς κακοῖσιν ἀντημείβετο. Κηρυξ ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν. Αντιγονη ἔρις περαίνει μῦθον ὑστάτη θεῶν. ἐγὼ δὲ θάψω τόνδε: μὴ μακρηγόρει. Κηρυξ ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ. Χορος φεῦ φεῦ. ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα γένος ὠλέσατε πρυμνόθεν οὕτως, τί πάθω; τί δὲ δρῶ; δὲ δρῶ ; recc.: δ᾽ ἐρῶ M τί δὲ μήσωμαι; πῶς τολμήσω μήτε σὲ κλαίειν μήτε προπέμπειν ἐπὶ τύμβον; τύμβον recc. aliquot: τύμβῳ M codd. cett. ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι δεῖμα πολιτῶν. σύ γε μὴν πολλῶν πενθητήρων