θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει. δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν, μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός. τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν κακῶν recc.: κακο. (correctum in κακῷ m) M ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί. τούτου τούτω M δὲ σάρκας οὐδὲ κοιλογάστορες λύκοι πάσονται: πάσονται (fuerat σπάσονται ) M: σπάσονται recc. μὴ δοκησάτω τινί. τάφον γὰρ αὐτὴ αὐτὴ Pierson: αὐτῷ codd. ( αὐτῶ M) καὶ κατασκαφὰς ἐγώ, γυνή περ οὖσα, τῷδε μηχανήσομαι, κόλπῳ φέρουσα βυσσίνου πεπλώματος. καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν: θάρσει, παρέσται μηχανὴ δραστήριος. Κηρυξ αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε. Αντιγονη αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί. Κηρυξ τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά. Αντιγονη τράχυν᾽: ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται.