οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν: τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν, ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός, εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ τῷ τοῦδ᾽. ἄγος δὲ καὶ θανὼν κεκτήσεται θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν. οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν, καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν, ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο. τοιαῦτ᾽ ἔδοξε ἔδοξεν M τῷδε Καδμείων τέλει. Αντιγονη ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω: ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ, θέλῃ recc.: θέλοι M ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ