ἰὼ δαιμονῶντες ἐν ἄτᾳ. hunc v. in codd. post 1005 positum huc transtulit C. G. Haupt Ισμηνη ἰὼ πῆμα πατρὶ πάρευνον. Κηρυξ δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ δήμου προβούλοις τῆσδε Καδμείας πόλεως: Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾽ εὐνοίᾳ εὐνοίᾳ recc.: εὐναίᾳ M χθονὸς θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς: στέγων στέγων e glossa Wakefield: στυγῶν codd. γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει, ἱερῶν πατρῴων δ᾽ ὅσιος ὢν μομφῆς ἄτερ τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν. οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν: τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν, ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός, εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ τῷ τοῦδ᾽. ἄγος δὲ καὶ θανὼν κεκτήσεται θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν. οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν, καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν, ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο. τοιαῦτ᾽ ἔδοξε ἔδοξεν M τῷδε Καδμείων τέλει. Αντιγονη ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω: ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ, θέλῃ recc.: θέλοι M ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει. δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν, μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.