Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ. εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ: εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, Ἐτεοκλέης ἂν εἷς πολὺς πολὺς quod omiserat supra scr. M κατὰ πτόλιν ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος ἐπώνυμος γένοιτο Καδμείων πόλει. ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ, βλαστημὸν ἀλδαίνοντα σώματος πολύν, ὥραν ὥραν M: ὤραν m τ᾽ add. m 1 τ᾽ ἔχονθ᾽ ἕκαστον ὥστε ὥστε rec. Stanley: ὥστι ex ὥστις factum M συμπρεπές, πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων βωμοῖσι, τιμὰς μὴ Ξ̓αλειφθῆναί ποτε: τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ: ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ, ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον, ἐθρέψατ᾽ οἰκητῆρας οἰκητῆρας recc.: οἰκιστῆρας M et plerique ἀσπιδηφόρους πιστοὺς fortasse πιστοί θ᾽ ὅπως γένοισθε πρὸς χρέος τόδε. καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός: χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ. νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ, ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ: οὗτος τοιῶνδε δεσπότης μαντευμάτων λέγει μεγίστην προσβολὴν Ἀχαιίδα νυκτηγορεῖσθαι κἀπιβούλευσιν κἀπιβούλευσιν Dindorf: κἀπιβουλεύσειν M: - εύειν recc. πόλει. ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων