<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="987">οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδʼ ἀνούστερος</l><l n="988">εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;</l><l n="989">οὐκ ἔστιν αἴκισμʼ οὐδὲ μηχάνημʼ ὅτῳ</l><l n="990">προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,</l><l n="991">πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.</l><l n="992">πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,</l><l n="993">λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι</l><l n="994">χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω.</l><l n="995">γνάμψει γὰρ οὐδὲν τῶνδέ μʼ ὥστε καὶ φράσαι</l><l n="996">πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.</l></sp><sp><speaker>Ἑρμῆς</speaker><l n="997">ὅρα νυν εἴ σοι ταῦτʼ ἀρωγὰ φαίνεται.</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="998">ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.</l></sp><sp><speaker>Ἑρμῆς</speaker><l n="999">τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε</l><l n="1000">πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν,</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="1001">ὀχλεῖς μάτην με κῦμʼ ὅπως παρηγορῶν.</l><l n="1002">εἰσελθέτω σε μήποθʼ ὡς ἐγὼ Διὸς</l><l n="1003">γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,</l><l n="1004">καὶ λιπαρήσω τὸν μέγα στυγούμενον</l><l n="1005">γυναικομίμοις ὑπτιάσμασιν χερῶν</l><l n="1006">λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.</l></sp><milestone n="1007" unit="card"/><sp><speaker>Ἑρμῆς</speaker><l n="1007">λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·</l><l n="1008">τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς</l><l n="1009">ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς</l><l n="1010">πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ.</l><l n="1011">ἀτὰρ σφοδρύνῃ γʼ ἀσθενεῖ σοφίσματι·</l><l n="1012">αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς</l><l n="1013">αὐτὴ καθʼ αὑτὴν οὐδενὸς μεῖζον σθένει.</l><l n="1014">σκέψαι δʼ, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,</l><l n="1015">οἷός σε χειμὼν καὶ κακῶν τρικυμία</l><l n="1016">ἔπεισʼ ἄφυκτος · πρῶτα μὲν γὰρ ὀκρίδα</l></sp></div></div></body></text></TEI>