τρίτον δὲ τὸν νῦν κοιρανοῦντʼ ἐπόψομαι αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς; πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν· πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ. Ἑρμῆς τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας. Προμηθεύς τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν, σαφῶς ἐπίστασʼ, οὐκ ἂν ἀλλάξαιμʼ ἐγώ. Ἑρμῆς κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον. Προμηθεύς οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. Ἑρμῆς χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι. Προμηθεύς χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ ἐχθροὺς ἴδοιμι· καὶ σὲ δʼ ἐν τούτοις λέγω. Ἑρμῆς ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ; Προμηθεύς ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς, ὅσοι παθόντες εὖ κακοῦσί μʼ ἐκδίκως. Ἑρμῆς κλύω σʼ ἐγὼ μεμηνότʼ οὐ σμικρὰν νόσον. Προμηθεύς νοσοῖμʼ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν. Ἑρμῆς εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς. Προμηθεύς ὤμοι. Ἑρμῆς ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται. Προμηθεύς ἀλλʼ ἐκδιδάσκει πάνθʼ ὁ γηράσκων χρόνος. Ἑρμῆς καὶ μὴν σύ γʼ οὔπω σωφρονεῖν ἐπίστασαι. Προμηθεύς σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθʼ ὑπηρέτην. Ἑρμῆς ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ. Προμηθεύς καὶ μὴν ὀφείλων γʼ ἂν τίνοιμʼ αὐτῷ χάριν. Ἑρμῆς ἐκερτόμησας δῆθεν ὡς παῖδʼ ὄντα με.