τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ. πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται ὅσον τό τʼ ἄρχειν καὶ τὸ δουλεύειν δίχα. Χορός σύ θην ἃ χρῄζεις, ταῦτʼ ἐπιγλωσσᾷ Διός. Προμηθεύς ἅπερ τελεῖται, πρὸς δʼ ἃ βούλομαι λέγω. Χορός καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα; Προμηθεύς καὶ τῶνδέ γʼ, ἕξει δυσλοφωτέρους πόνους. Χορός πῶς δʼ οὐχὶ ταρβεῖς τοιάδʼ ἐκρίπτων ἔπη; Προμηθεύς τί δʼ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον; Χορός ἀλλʼ ἆθλον ἄν σοι τοῦδʼ ἔτʼ ἀλγίω πόροι. Προμηθεύς ὁ δʼ οὖν ποιείτω· πάντα προσδοκητά μοι. Χορός οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί. Προμηθεύς σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντʼ ἀεί. ἐμοὶ δʼ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει. δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον, ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς. ἀλλʼ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,