καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ. ἴδεσθέ μʼ οἷα πρὸς θεῶν πάσχω θεός. δέρχθηθʼ οἵαις αἰκείαισιν διακναιόμενος τὸν μυριετῆ Προμηθεύς χρόνον ἀθλεύσω. τοιόνδʼ ὁ νέος ταγὸς μακάρων ἐξηῦρʼ ἐπʼ ἐμοὶ δεσμὸν ἀεικῆ. φεῦ φεῦ, τὸ παρὸν τό τʼ ἐπερχόμενον πῆμα στενάχω, πῇ ποτε μόχθων χρὴ τέρματα τῶνδʼ ἐπιτεῖλαι. Προμηθεύς καίτοι τί φημι; πάντα προυξεπίσταμαι σκεθρῶς τὰ μέλλοντʼ, οὐδέ μοι ποταίνιον πῆμʼ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθʼ ὅτι τὸ τῆς ἀνάγκης ἔστʼ ἀδήριτον σθένος. ἀλλʼ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας οἷόν τέ μοι τάσδʼ ἐστί. θνητοῖς γὰρ γέρα πορὼν ἀνάγκαις ταῖσδʼ ἐνέζευγμαι τάλας. ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος. τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος. Προμηθεύς ἆ ἆ ἔα ἔα. τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μʼ ἀφεγγής, θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη; ἵκετο τερμόνιον ἐπὶ πάγον πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων; ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς