<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="choral"><div type="textpart" subtype="antistrophe" n="1"><sp><l n="899">εἰσορῶσʼ Ἰοῦς ἀμαλαπτομέναν</l><l n="900">δυσπλάνοις Ἥρας ἀλατείαις πόνων.</l></sp></div><milestone n="901" unit="card"/><div type="textpart" subtype="epode"><sp><speaker>Χορός</speaker><l n="901">ἐμοὶ δʼ ὅτε μὲν ὁμαλὸς ὁ γάμος,</l><l n="902">ἄφοβος· <del>οὐ δέδια·</del> μηδὲ κρεισσόνων θεῶν</l><l n="903">ἔρως ἄφυκτον ὄμμα προσδράκοι με.</l><l n="904">ἀπόλεμος ὅδε γʼ ὁ πόλεμος, ἄπορα πόριμος·</l><l n="905">οὐδʼ ἔχω τίς ἂν γενοίμαν.</l><l n="906">τὰν Διὸς γὰρ οὐχ ὁρῶ</l><l n="906b" rend="906b">μῆτιν ὅπα φύγοιμʼ ἄν.</l></sp></div></div><milestone n="907" unit="card"/><div type="textpart" subtype="episode"><sp><speaker>Προμηθεύς</speaker><l n="907">ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,</l><l n="908">ἔσται ταπεινός, οἷον ἐξαρτύεται</l><l n="909">γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος</l><l n="910">θρόνων τʼ ἄιστον ἐκβαλεῖ· πατρὸς δʼ ἀρὰ</l><l n="911">Κρόνου τότʼ ἤδη παντελῶς κρανθήσεται,</l><l n="912">ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.</l><l n="913">τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν</l><l n="914">δύναιτʼ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.</l><l n="915">ἐγὼ τάδʼ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν</l><l n="916">θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις</l><l n="917">πιστός, τινάσσων τʼ ἐν χεροῖν πύρπνουν βέλος.</l><l n="918">οὐδὲν γὰρ αὐτῷ ταῦτʼ ἐπαρκέσει τὸ μὴ οὐ</l><l n="919">πεσεῖν ἀτίμως πτώματʼ οὐκ ἀνασχετά·</l><l n="920">τοῖον παλαιστὴν νῦν παρασκευάζεται</l><l n="921">ἐπʼ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας·</l><l n="922">ὃς δὴ κεραυνοῦ κρείσσονʼ εὑρήσει φλόγα,</l><l n="923">βροντῆς θʼ ὑπερβάλλοντα καρτερὸν κτύπον·</l><l n="924">θαλασσίαν τε γῆς τινάκτειραν νόσον</l><l n="925">τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.</l><l n="926">πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται</l><l n="927">ὅσον τό τʼ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.</l></sp></div></div></body></text></TEI>