μήτε τῶν γέννᾳ μεγαλυνομένων ὄντα χερνήταν ἐραστεῦσαι γάμων. Χορός μήποτε μήποτέ μʼ, ὦ πότνιαι Μοῖραι, λεχέων Διὸς εὐνά- τειραν ἴδοισθε πέλουσαν· μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ. ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν εἰσορῶσʼ Ἰοῦς ἀμαλαπτομέναν δυσπλάνοις Ἥρας ἀλατείαις πόνων. Χορός ἐμοὶ δʼ ὅτε μὲν ὁμαλὸς ὁ γάμος, ἄφοβος· οὐ δέδια· μηδὲ κρεισσόνων θεῶν ἔρως ἄφυκτον ὄμμα προσδράκοι με. ἀπόλεμος ὅδε γʼ ὁ πόλεμος, ἄπορα πόριμος· οὐδʼ ἔχω τίς ἂν γενοίμαν. τὰν Διὸς γὰρ οὐχ ὁρῶ μῆτιν ὅπα φύγοιμʼ ἄν. Προμηθεύς ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,