αὕτη κατʼ Ἄργος βασιλικὸν τέξει γένος. μακροῦ λόγου δεῖ ταῦτʼ ἐπεξελθεῖν τορῶς. σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδʼ ἐμὲ λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις· ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου εἰπεῖν, σύ τʼ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς. Ἰώ ἐλελεῦ ἐλελεῦ, ὑπό μʼ αὖ σφάκελος καὶ φρενοπληγεῖς μανίαι θάλπουσʼ, οἴστρου δʼ ἄρδις χρίει μʼ ἄπυρος· κραδία δὲ φόβῳ φρένα λακτίζει. τροχοδινεῖται δʼ ὄμμαθʼ ἑλίγδην, ἔξω δὲ δρόμου φέρομαι λύσσης πνεύματι μάργῳ, γλώσσης ἀκρατής· θολεροὶ δὲ λόγοι παίουσʼ εἰκῆ στυγνῆς πρὸς κύμασιν ἄτης. Χορός ἦ σοφὸς ἦ σοφὸς ἦν ὃς πρῶτος ἐν γνώμᾳ τόδʼ ἐβάστασε καὶ γλώσ- σᾳ διεμυθολόγησεν, ὡς τὸ κηδεῦσαι καθʼ ἑαυτὸν ἀριστεύει μακρῷ, καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων μήτε τῶν γέννᾳ μεγαλυνομένων ὄντα χερνήταν ἐραστεῦσαι γάμων. Χορός μήποτε μήποτέ μʼ, ὦ πότνιαι Μοῖραι, λεχέων Διὸς εὐνά- τειραν ἴδοισθε πέλουσαν· μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ. ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν