<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="lyric"><sp><l n="858">ἥξουσι θηρεύοντες οὐ θηρασίμους</l><l n="859">γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·</l><l n="860">Πελασγία δὲ δέξεται θηλυκτόνῳ</l><l n="861">Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει.</l><l n="862">γυνὴ γὰρ ἄνδρʼ ἕκαστον αἰῶνος στερεῖ,</l><l n="863">δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·</l><l n="864">τοιάδʼ ἐπʼ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.</l><l n="865">μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ</l><l n="866">κτεῖναι σύνευνον, ἀλλʼ ἀπαμβλυνθήσεται</l><l n="867">γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,</l><l n="868">κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·</l><l n="869">αὕτη κατʼ Ἄργος βασιλικὸν τέξει γένος.</l><l n="870">μακροῦ λόγου δεῖ ταῦτʼ ἐπεξελθεῖν τορῶς.</l><l n="871">σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς</l><l n="872">τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδʼ ἐμὲ</l><l n="873">λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς</l><l n="874">μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·</l></sp></div></div></div></body></text></TEI>