<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="lyric"><sp><l n="839">χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,</l><l n="840">σαφῶς ἐπίστασʼ, Ἰόνιος κεκλήσεται,.</l><l n="841">τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.</l><l n="842"><milestone ed="P" unit="para"/>σημεῖά σοι τάδʼ ἐστὶ τῆς ἐμῆς φρενός,</l><l n="843">ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.</l><l n="844">τὰ λοιπὰ δʼ ὑμῖν τῇδέ τʼ ἐς κοινὸν φράσω,</l><l n="845">ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.</l></sp><milestone n="846" unit="card"/><sp><speaker>Προμηθεύς</speaker><l n="846"><milestone ed="P" unit="para"/>ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,</l><l n="847">Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι·</l><l n="848">ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα</l><l n="849">ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.</l><l n="850">ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων</l><l n="851">τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται</l><l n="852">ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα·</l><l n="853">πέμπτη δʼ ἀπʼ αὐτοῦ γέννα πεντηκοντάπαις</l><l n="854">πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσʼ ἐλεύσεται</l><l n="855">θηλύσπορος, φεύγουσα συγγενῆ γάμον</l><l n="856">ἀνεψιῶν· οἱ δʼ ἐπτοημένοι φρένας,</l><l n="857">κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,</l><l n="858">ἥξουσι θηρεύοντες οὐ θηρασίμους</l><l n="859">γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός·</l><l n="860">Πελασγία δὲ δέξεται θηλυκτόνῳ</l><l n="861">Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει.</l><l n="862">γυνὴ γὰρ ἄνδρʼ ἕκαστον αἰῶνος στερεῖ,</l><l n="863">δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος·</l><l n="864">τοιάδʼ ἐπʼ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.</l><l n="865">μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ</l><l n="866">κτεῖναι σύνευνον, ἀλλʼ ἀπαμβλυνθήσεται</l><l n="867">γνώμην· δυοῖν δὲ θάτερον βουλήσεται,</l><l n="868">κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος·</l></sp></div></div></div></body></text></TEI>