<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="lyric"><sp><l n="809">ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.</l><l n="810">τούτου παρʼ ὄχθας ἕρφʼ, ἕως ἂν ἐξίκῃ</l><l n="811">καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο</l><l n="812">ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.</l><l n="813">οὗτός σʼ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα</l><l n="814">Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,</l><l n="815">Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.</l><l n="816"><milestone ed="P" unit="para"/>τῶν δʼ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,</l><l n="817">ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε·</l><l n="818">σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.</l></sp><milestone n="819" unit="card"/><sp><speaker>Χορός</speaker><l n="819">εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον</l><l n="820">ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,</l><l n="821">λέγʼ· εἰ δὲ πάντʼ εἴρηκας, ἡμῖν αὖ χάριν</l><l n="822">δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που.</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="823">τὸ πᾶν πορείας ἥδε τέρμʼ ἀκήκοεν.</l><l n="824">ὅπως δʼ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,</l><l n="825">ἃ πρὶν μολεῖν δεῦρʼ ἐκμεμόχθηκεν φράσω,</l><l n="826">τεκμήριον τοῦτʼ αὐτὸ δοὺς μύθων ἐμῶν.</l><l n="827"><milestone ed="P" unit="para"/>ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,</l><l n="828">πρὸς αὐτὸ δʼ εἶμι τέρμα σῶν πλανημάτων.</l><l n="829"><milestone ed="P" unit="para"/>ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,</l><l n="830">τὴν αἰπύνωτόν τʼ ἀμφὶ Δωδώνην, ἵνα</l><l n="831">μαντεῖα θᾶκός τʼ ἐστὶ Θεσπρωτοῦ Διός,</l><l n="832">τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες,</l><l n="833">ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως</l><l n="834">προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ</l><l n="835">μέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι ;</l><l n="836">ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν</l><l n="837">κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,</l><l n="838">ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·</l></sp></div></div></div></body></text></TEI>