ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ. τούτου παρʼ ὄχθας ἕρφʼ, ἕως ἂν ἐξίκῃ καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος. οὗτός σʼ ὁδώσει τὴν τρίγωνον ἐς χθόνα Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν, Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι. τῶν δʼ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε· σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι. Χορός εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης, λέγʼ· εἰ δὲ πάντʼ εἴρηκας, ἡμῖν αὖ χάριν δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που. Προμηθεύς τὸ πᾶν πορείας ἥδε τέρμʼ ἀκήκοεν. ὅπως δʼ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου, ἃ πρὶν μολεῖν δεῦρʼ ἐκμεμόχθηκεν φράσω, τεκμήριον τοῦτʼ αὐτὸ δοὺς μύθων ἐμῶν. ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων, πρὸς αὐτὸ δʼ εἶμι τέρμα σῶν πλανημάτων. ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα, τὴν αἰπύνωτόν τʼ ἀμφὶ Δωδώνην, ἵνα μαντεῖα θᾶκός τʼ ἐστὶ Θεσπρωτοῦ Διός, τέρας τʼ ἄπιστον, αἱ προσήγοροι δρύες, ὑφʼ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ μέλλουσʼ ἔσεσθαι. τῶνδε προσσαίνει σέ τι ; ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας, ἀφʼ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις·