<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="lyric"><sp><l n="780">δίδωμʼ· ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι</l><l n="781">φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντʼ ἐμέ.</l></sp><sp><speaker>Χορός</speaker><l n="782">τούτων σὺ τὴν μὲν τῇδε, τὴν δʼ ἐμοὶ χάριν</l><l n="783">θέσθαι θέλησον, μηδʼ ἀτιμάσῃς λόγου·</l><l n="784">καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,</l><l n="785">ἐμοὶ δὲ τὸν λύσοντα· τοῦτο γὰρ ποθῶ.</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="786">ἐπεὶ προθυμεῖσθʼ, οὐκ ἐναντιώσομαι</l><l n="787">τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε.</l><l n="788">σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,</l><l n="789">ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.</l><l n="790"><milestone ed="P" unit="para"/>ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὅρον,</l><l n="791">πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς</l><l n="792"><gap reason="lost"/></l><l n="793">πόντου περῶσα φλοῖσβον, ἔστʼ ἂν ἐξίκῃ</l><l n="794">πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα</l><l n="795">αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι</l><l n="795a">τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμʼ ἐκτημέναι,</l><l n="796">μονόδοντες, ἃς οὔθʼ ἥλιος προσδέρκεται</l><l n="797">ἀκτῖσιν οὔθʼ ἡ νύκτερος μήνη ποτέ.</l><l n="798">πέλας δʼ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,</l><l n="799">δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,</l><l n="800">ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.</l><l n="801">τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·</l><l n="802">ἄλλην δʼ ἄκουσον δυσχερῆ θεωρίαν·</l><l n="803">ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας</l><l n="804">γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν</l><l n="805">Ἀριμασπὸν ἱπποβάμονʼ, οἳ χρυσόρρυτον</l><l n="806">οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·</l><l n="807">τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν</l><l n="808">ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου</l></sp></div></div></div></body></text></TEI>