ἦ γάρ ποτʼ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία; Προμηθεύς ἥδοιʼ ἄν, οἶμαι, τήνδʼ ἰδοῦσα συμφοράν. Ἰώ πῶς δʼ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς; Προμηθεύς ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα. Ἰώ πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται; Προμηθεύς πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων. Ἰώ ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη. Προμηθεύς γαμεῖ γάμον τοιοῦτον ᾧ ποτʼ ἀσχαλᾷ. Ἰώ θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον. Προμηθεύς τί δʼ ὅντινʼ·; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε. Ἰώ ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων; Προμηθεύς ἣ τέξεταί γε παῖδα φέρτερον πατρός. Ἰώ οὐδʼ ἔστιν αὐτῷ τῆσδʼ ἀποστροφὴ τύχης; Προμηθεύς οὐ δῆτα, πλὴν ἔγωγʼ ἂν ἐκ δεσμῶν λυθείς. Ἰώ τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός; Προμηθεύς τῶν σῶν τινʼ αὐτὸν ἐγγόνων εἶναι χρεών. Ἰώ πῶς εἶπας; ἦ ʼμὸς παῖς σʼ ἀπαλλάξει κακῶν;