<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="lyric"><sp><l n="720">ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος</l><l n="721">κροτάφων ἀπʼ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ</l><l n="722">κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν</l><l n="723">βῆναι κέλευθον, ἔνθʼ, Ἀμαζόνων στρατὸν</l><l n="724">ἥξεις στυγάνορʼ, αἳ Θεμίσκυράν ποτε</l><l n="725">κατοικιοῦσιν ἀμφὶ Θερμώδονθʼ, ἵνα</l><l n="726">τραχεῖα πόντου Σαλμυδησσία γνάθος</l><l n="727">ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·</l><l n="728">αὗταί σʼ ὁδηγήσουσι καὶ μάλʼ ἀσμένως.</l><l n="729">ἰσθμὸν δʼ ἐπʼ αὐταῖς στενοπόροις λίμνης πύλαις</l><l n="730">Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ</l><l n="731">λιποῦσαν αὐλῶνʼ ἐκπερᾶν Μαιωτικόν·</l><l n="732">ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας</l><l n="733">τῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμος</l><l n="734">κεκλήσεται. λιποῦσα δʼ Εὐρώπης πέδον</l><l n="735">ἤπειρον ἥξεις Ἀσιάδʼ·. ἆρʼ, ὑμῖν δοκεῖ</l><l n="736">ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθʼ ὁμῶς</l><l n="737">βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς</l><l n="738">χρῄζων μιγῆναι τάσδʼ ἐπέρριψεν πλάνας.</l><l n="739">πικροῦ δʼ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων</l><l n="740">μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,</l><l n="741">εἶναι δόκει σοι μηδέπω ʼν προοιμίοις.</l></sp><milestone n="742" unit="card"/><sp><speaker>Ἰώ</speaker><l n="742">ἰώ μοί μοι, ἒ ἔ.</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="743">σὺ δʼ αὖ κέκραγας κἀναμυχθίζῃ; τί που</l><l n="744">δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;</l></sp><sp><speaker>Χορός</speaker><l n="745">ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;</l></sp><sp><speaker>Προμηθεύς</speaker><l n="746">δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.</l></sp><sp><speaker>Ἰώ</speaker><l n="747">τί δῆτʼ ἐμοὶ ζῆν κέρδος, ἀλλʼ οὐκ ἐν τάχει</l><l n="748">ἔρριψʼ ἐμαυτὴν τῆσδʼ ἀπὸ στύφλου πέτρας,</l><l n="749">ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων</l></sp></div></div></div></body></text></TEI>