ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος κροτάφων ἀπʼ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν βῆναι κέλευθον, ἔνθʼ, Ἀμαζόνων στρατὸν ἥξεις στυγάνορʼ, αἳ Θεμίσκυράν ποτε κατοικιοῦσιν ἀμφὶ Θερμώδονθʼ, ἵνα τραχεῖα πόντου Σαλμυδησσία γνάθος ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν· αὗταί σʼ ὁδηγήσουσι καὶ μάλʼ ἀσμένως. ἰσθμὸν δʼ ἐπʼ αὐταῖς στενοπόροις λίμνης πύλαις Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ λιποῦσαν αὐλῶνʼ ἐκπερᾶν Μαιωτικόν· ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμος κεκλήσεται. λιποῦσα δʼ Εὐρώπης πέδον ἤπειρον ἥξεις Ἀσιάδʼ·. ἆρʼ, ὑμῖν δοκεῖ ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθʼ ὁμῶς βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς χρῄζων μιγῆναι τάσδʼ ἐπέρριψεν πλάνας. πικροῦ δʼ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους, εἶναι δόκει σοι μηδέπω ʼν προοιμίοις. Ἰώ ἰώ μοί μοι, ἒ ἔ. Προμηθεύς σὺ δʼ αὖ κέκραγας κἀναμυχθίζῃ; τί που δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά; Χορός ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς; Προμηθεύς δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης. Ἰώ τί δῆτʼ ἐμοὶ ζῆν κέρδος, ἀλλʼ οὐκ ἐν τάχει ἔρριψʼ ἐμαυτὴν τῆσδʼ ἀπὸ στύφλου πέτρας, ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων