μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν, οὐδʼ ὧδε δυσθέατα καὶ δύσοιστα πήματα, λύματα, δείματα ἀμ- φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν. ἰὼ ἰὼ μοῖρα μοῖρα, πέφρικʼ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς. Προμηθεύς πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ· ἐπίσχες ἔστʼ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς. Χορός λέγʼ, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς. Προμηθεύς τὴν πρίν γε χρείαν ἠνύσασθʼ ἐμοῦ πάρα κούφως· μαθεῖν γὰρ τῆσδε πρῶτʼ ἐχρῄζετε τὸν ἀμφʼ ἑαυτῆς ἆθλον ἐξηγουμένης· τὰ λοιπὰ νῦν ἀκούσαθʼ, οἷα χρὴ πάθη τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα. σύ τʼ Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους θυμῷ βάλʼ, ὡς ἂν τέρματʼ ἐκμάθῃς ὁδοῦ. πρῶτον μὲν ἐνθένδʼ ἡλίου πρὸς ἀντολὰς στρέψασα σαυτὴν στεῖχʼ ἀνηρότους γύας· Σκύθας δʼ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας πεδάρσιοι ναίουσʼ ἐπʼ εὐκύκλοις ὄχοις ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι· οἷς μὴ πελάζειν, ἀλλʼ ἁλιστόνοις πόδας χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα. λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή. ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις. ἥξεις δʼ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον, ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν, πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν