<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="659">θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ</l><l n="660">δρῶντʼ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.</l><l n="661">ἧκον δʼ ἀναγγέλλοντες αἰολοστόμους</l><l n="662">χρησμοὺς ἀσήμους δυσκρίτως τʼ εἰρημένους.</l><l n="663">τέλος δʼ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ</l><l n="664">σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη</l><l n="665">ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,</l><l n="666">ἄφετον ἀλᾶσθαι γῆς ἐπʼ ἐσχάτοις ὅροις·</l><l n="667">κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν</l><l n="668">κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.</l><l n="669"><milestone ed="P" unit="para"/>τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν</l><l n="670">ἐξήλασέν με κἀπέκλῃσε δωμάτων</l><l n="671">ἄκουσαν ἄκων· ἀλλʼ ἐπηνάγκαζέ νιν</l><l n="672">Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.</l><l n="673">εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι</l><l n="674">ἦσαν, κεραστὶς δʼ, ὡς ὁρᾶτʼ, ὀξυστόμῳ</l><l n="675">μύωπι χρισθεῖσʼ ἐμμανεῖ σκιρτήματι</l><l n="676">ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος</l><l n="677">Λέρνης τε κρήνην · βουκόλος δὲ γηγενὴς</l><l n="678">ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς</l><l n="679">ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.</l><l n="680">ἀπροσδόκητος δʼ αὐτὸν ἀφνίδιος μόρος</l><l n="681">τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δʼ ἐγὼ</l><l n="682">μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.</l><l n="683"><milestone ed="P" unit="para"/>κλύεις τὰ πραχθέντʼ· εἰ δʼ ἔχεις εἰπεῖν ὅ τι</l><l n="684">λοιπὸν πόνων, σήμαινε· μηδέ μʼ οἰκτίσας</l><l n="685">ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ</l><l n="686">αἴσχιστον εἶναί φημι συνθέτους λόγους.</l></sp><milestone n="687" unit="card"/><div type="textpart" subtype="lyric"><sp><speaker>Χορός</speaker><l n="687">ἔα ἔα, ἄπεχε, φεῦ·</l><l n="688">οὔποτʼ οὔποτʼ ηὔχουν <add>ὧδε </add> ξένους</l></sp></div></div></div></body></text></TEI>