θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ δρῶντʼ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα. ἧκον δʼ ἀναγγέλλοντες αἰολοστόμους χρησμοὺς ἀσήμους δυσκρίτως τʼ εἰρημένους. τέλος δʼ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ, ἄφετον ἀλᾶσθαι γῆς ἐπʼ ἐσχάτοις ὅροις· κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος. τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν ἐξήλασέν με κἀπέκλῃσε δωμάτων ἄκουσαν ἄκων· ἀλλʼ ἐπηνάγκαζέ νιν Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε. εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι ἦσαν, κεραστὶς δʼ, ὡς ὁρᾶτʼ, ὀξυστόμῳ μύωπι χρισθεῖσʼ ἐμμανεῖ σκιρτήματι ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος Λέρνης τε κρήνην · βουκόλος δὲ γηγενὴς ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους. ἀπροσδόκητος δʼ αὐτὸν ἀφνίδιος μόρος τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δʼ ἐγὼ μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι. κλύεις τὰ πραχθέντʼ· εἰ δʼ ἔχεις εἰπεῖν ὅ τι λοιπὸν πόνων, σήμαινε· μηδέ μʼ οἰκτίσας ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ αἴσχιστον εἶναί φημι συνθέτους λόγους. Χορός ἔα ἔα, ἄπεχε, φεῦ· οὔποτʼ οὔποτʼ ηὔχουν ὧδε ξένους