σκιρτημάτων δὲ νήστισιν αἰκείαις λαβρόσυτος ἦλθον, Ἥρας ἐπικότοισι μήδεσι δαμεῖσα. δυσ- δαιμόνων δὲ τίνες οἵ, ἓ ἕ, οἷʼ ἐγὼ μογοῦσιν; ἀλλά μοι τορῶς τέκμηρον ὅ τι μʼ ἐπαμμένει παθεῖν, τί μῆχαρ, ἢ τί φάρμακον νόσου, δεῖξον, εἴπερ οἶσθα· θρόει, φράζε τᾷ δυσπλάνῳ παρθένῳ. Προμηθεύς λέξω τορῶς σοι πᾶν ὅπερ χρῄζεις μαθεῖν, οὐκ ἐμπλέκων αἰνίγματʼ, ἀλλʼ ἁπλῷ λόγῳ, ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα. πυρὸς βροτοῖς δοτῆρʼ ὁρᾷς Προμηθέα. Ἰώ ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς, τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε; Προμηθεύς ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους. Ἰώ οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί; Προμηθεύς λέγʼ ἥντινʼ αἰτῇ· πᾶν γὰρ ἂν πύθοιό μου. Ἰώ σήμηνον ὅστις ἐν φάραγγί σʼ ὤχμασεν. Προμηθεύς βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ. Ἰώ ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις; Προμηθεύς τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον. Ἰώ καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος. Προμηθεύς τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε. Ἰώ μήτοι με κρύψῃς τοῦθʼ ὅπερ μέλλω παθεῖν. Προμηθεύς ἀλλʼ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος. Ἰώ τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν; Προμηθεύς φθόνος μὲν οὐδείς, σὰς δʼ ὀκνῶ θράξαι φρένας.