ἐξ ἐνέρων περῶν κυναγετεῖ, πλανᾷ τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν. Ἰώ ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ ἀχέτας ὑπνοδόταν νόμον· ἰὼ ἰὼ πόποι, ποῖ μʼ ἄγουσι τη- λέπλαγκτοι πλάναι; τί ποτέ μʼ, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδʼ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν πημοναῖσιν; ἓ ἕ, οἰστρηλάτῳ δὲ δείματι δειλαίαν παράκοπον ὧδε τείρεις; πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἤ ποντίοις δάκεσι δὸς βοράν, μηδέ μοι φθονήσῃς εὐγμάτων, ἄναξ. ἄδην με πολύπλανοι πλάναι γεγυμνάκασιν, οὐδʼ ἔχω μαθεῖν ὅπα πημονὰς ἀλύξω. κλύεις φθέγμα τᾶς βούκερω παρθένου; Προμηθεύς πῶς δʼ οὐ κλύω τῆς οἰστροδινήτου κόρης, τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται. Ἰώ πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομʼ ἀπύεις; εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν; τίς ἄρα μʼ, ὦ τάλας, τὰν τάλαιναν ὧδʼ ἔτυμα προσθροεῖς; θεόσυτόν τε νόσον ὠνόμασας, ἃ μαραίνει με χρίουσα κέντροις, ἰώ , φοιταλέοισιν ἓ ἕ·