σω δέ σε δερκομένα μυρίοις μόχθοις διακναιόμενον . Ζῆνα γὰρ οὐ τρομέων ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ. Χορός φέρʼ, ὅπως ἄχαρις χάρις, ὦ φίλος· εἰπὲ ποῦ τίς ἀλκά; τίς ἐφαμερίων ἄρηξις; οὐδʼ ἐδέρχθης ὀλιγοδρανίαν ἄκικυν, ἰσόνειρον, ᾇ τὸ φωτῶν ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί. Χορός ἔμαθον τάδε σὰς προσιδοῦσʼ ὀλο- ὰς τύχας, Προμηθεῦ. τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα τόδʼ ἐκεῖνό θʼ, ὅ τʼ ἀμφὶ λουτρὰ καὶ λέχος σὸν ὑμεναίουν ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις ἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον. Ἰώ τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν τόνδε χαλινοῖς ἐν πετρίνοισιν χειμαζόμενον; τίνος ἀμπλακίας ποινὰς ὀλέκῃ; σήμηνον ὅποι γῆς ἡ μογερὰ πεπλάνημαι. Ἰώ ἆ ἆ, ἒ ἔ, χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος, εἴδωλον Ἄργου γηγενοῦς, ἄλευʼ ἆ δᾶ· φοβοῦμαι τὸν μυριωπὸν εἰσορῶσα βούταν. ὁ δὲ πορεύεται δόλιον ὄμμʼ ἔχων, ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει. ἀλλʼ, ἐμὲ τὰν τάλαιναν